τοιοῦτός ἐστι καὶ ὁ παρὰ Φερεκράτει ἢ Στράττιδι ἐν Ἀγαθοῖς, περὶ οὗ φησιν
καλῶν μετρητήν, τὸν δεκάμφορον, πίθον.
Ξάνθος δ᾽ ἐν τοῖς Λυδιακοῖς Κάμβλητά φησι τὸν βασιλεύσαντα Λυδῶν πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα
ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας
πένθ᾽ ἡμιμέδιμν᾽, ἐὰν βιάζωμαι. β. μόλις;
ὡς ὀλιγόσιτος ἦσθ᾽ ἄρ᾽, ὃς κατεσθίεις
τῆς ἡμέρας μικροῦ τριήρους σιτία.