Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τριακονταπήχη, κώπας δὲ θρανιτικὰς ὀκτὼ καὶ τριάκοντα πηχῶν τὰς μεγίστας, αἳ διὰ τὸ μόλυβδον ἔχειν ἐν τοῖς ἐγχειριδίοις καὶ γεγονέναι λίαν εἴσω βαρεῖαι κατὰ τὴν ζύγωσιν εὐήρεις ὑπῆρχον ἐπὶ τῆς χρείας, δίπρῳρος δ᾽ ἐγεγόνει καὶ δίπρυμνος καὶ ἔμβολα εἶχεν ἑπτά: τούτων ἓν μὲν ἡγούμενον, τὰ δ᾽ ὑποστέλλοντα, τινὰ δὲ κατὰ τὰς ἐπωτίδας. ὑποζώματα δὲ ἐλάμβανε δώδεκα: ἑξακοσίων δ᾽ ἦν ἕκαστον πηχῶν, εὔρυθμος δ᾽ ἦν καθ᾽ ὑπερβολήν. θαυμαστὸς δ᾽ ἦν καὶ ὁ ἄλλος κόσμος τῆς νεώς: ζῷα μὲν γὰρ εἶχεν οὐκ ἐλάττω
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.