Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘‘ ἀναθεῖναι τῷ θεῷ τὸν τρίποδα καὶ τὴν Νίκην ἐξ ἀπέφθου χρυσοῦ ἐπὶ πολὺν χρόνον ἀπορῶν χρυσίου ὕστερον ἔπεμψε τοὺς ἀναζητήσοντας εἰς τὴν Ἑλλάδα, οἵτινες μόλις ποτ᾽ εἰς Κόρινθον ἀφικόμενοι καὶ ἐξιχνεύσαντες εὗρον παρ᾽ Ἀρχιτέλει τῷ Κορινθίῳ, ὃς πολλῷ χρόνῳ συνωνούμενος κατὰ μικρὸν θησαυροὺς εἶχεν οὐκ ὀλίγους, ἀπέδοτο γοῦν τοῖς παρὰ τοῦ ῾ Ἱέρωνος ὅσον ἠβούλοντο καὶ μετὰ ταῦτα πληρώσας καὶ τὴν ἑαυτοῦ χεῖρα ὅσον ἠβούλοντο χωρῆσαι ἐπέδωκεν αὐτοῖς. ἀνθ᾽ ὧν Ἱέρων πλοῖον σίτου καὶ
ἄλλα πολλὰ δῶρα ἔπεμψεν
’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.