53. φοινικίνου δὲ οἴνου μέμνηται καὶ Ἔφιππος:
ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ᾽ αὑτοῖς.
καὶ πάλιν
κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα,
σταμνάριὰ τ᾽ οἴνου μικρὰ τοῦ φοινικίνου.
μνημονεύει αὐτοῦ καὶ Ξενοφῶν Ἀναβάσει. Μενδαίου δὲ Κρατῖνος:
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο.
νῦν δ᾽ ἂν ἴδῃ Μενδαῖον ἡβῶντ᾽ ἀρτίως
οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει:
οἴμ᾽ ὡς ἁπαλὸς καὶ λευκός: ἆρ᾽ οἴσει τρία;