Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἀσταφίδος καί ἐστι παραπλήσιος πινόμενος τῷ Αἰγοσθενίτῃ τῷ γλυκεῖ καὶ τῷ Κρητικῷ: διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ. λαθεῖν δὲ ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦσαν οἶνον ι πρῶτον μὲν γὰρ οὐδ᾽ ἔχει οἴνου κυρείαν ἡ γυνή: πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς ἕως ἐξανεψιῶν καὶ τοῦτο ποιεῖν καθ᾽ ἡμέραν, ὁπόταν ἴδῃ πρῶτον, λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης τίσιν ἀπαντήσει φυλάσσεται:
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.