[p. 26]καὶ ἐν τῇ ἐπιγραφομένῃ δὲ Γυναικοκρατίᾳ τὰ ὅμοια λέγει:
ὅστις, δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ
ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ᾽ ἄλλ᾽ ἐᾷ,
μάταιός ἐστιν ἔν γ᾽ ἐμοὶ καὶ τοῖς σοφοῖς
κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής.
”
πῖνε, παῖζε:2 θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος:
ὁ θάνατος δ᾽ ἀθάνατὸς ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ.