καὶ Ἀνάνιος δέ φησι:
ὁ δ᾽ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην
τὴν ἑπτάφυλλον ᾗ θύεσκε Πανδώρη
Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου.
καὶ Τηλεκλείδης Πρυτάνεσιν ‘ ναὶ μὰ τὰς κράμβας’ ἔφη. καὶ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ ‘ ναὶ μὰ τὰν κράμβαν.’ Εὔπολις Βάπταις ‘ ναὶ μὰ τὴν κράμβην.’ ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὁ
καὶ σὲ πολλὸν ἀνθρώπων
ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην.