κέχρηται δὲ καὶ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τισι τῶν δραμάτων ἐπ᾽ ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις καὶ τῶν κατ᾽ αὐτὸν Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γὰρ οὕτως: ”
Μοῦσά μοι Εὐρυμεδοντιάδεω τὴν ποντοχάρυβδιν,5
τὴν ἐγγαστριμάχαιραν,6 ὃς ἐσθίει οὐ κατὰ κόσμον,
ἔννεφ᾽, ὅπως ψηφῖδι κακὸς κακὸν οἶτον ὄληται
βουλῇ δημοσίῃ παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.