Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘“ ἐπιβουλάς: καὶ οἷς ἂν ἐπιφανῇ οὗτοι θύουσιν αὐτῷ ἐλθόντες ἐπὶ τὸν τόπον οὗ τὸ ἡρῷόν ἐστιν αὐτοῦ.”
91. ὁ μὲν οὖν Νυμφόδωρος ταῦτα ἱστόρησεν ἐν πολλοῖς δὲ ἀντιγράφοις ἐξ ὀνόματος αὐτὸν
[p. 198] καλούμενον οὐχ εὗρον. οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἶμαι οὐδὲ ἃ ὁ καλὸς Ἡρόδοτος ἱστόρησε περὶ Πανιωνίου τοῦ Χίου καὶ ὧν ἐκεῖνος ἔπαθεν δικαίως ἐλευθέρων παίδων ἐκτομὰς ποιησάμενος καὶ τούτους ἀποδόμενος. ' Νικόλαος δ᾽ ὁ περιπατητικὸς καὶ Ποσειδώνιος ὁ στωικὸς ἐν ταῖς ἱστορίαις ἑκάτερος τοὺς Χίους φασὶν ἐξανδραποδισθέντας
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.