δίδωτι δ᾽ εὖχος Ἑρμᾶς ἐναγώνιος,σαφῶς γὰρ τὰς Πλειάδας οὔσας Ἄτλαντος θυγατέρας Πελειάδας καλεῖ, καθάπερ καὶ Πίνδαρος
Μαίας εὐπλοκάμοιο παῖς, ἔτικτε δ᾽ Ἄτλας [p. 184]
ἑπτὰ ἰοπλοκάμων φιλᾶν θυγατρῶν τὰν γ᾽ ἔξοχον εἶδος,
ταὶ καλέονται Πελειάδες οὐράνιαι.
σύνεγγυς γάρ ἐστιν ὁ ' Ὠρίων τῇ ἀστροθεσίᾳ τῶν Πλειάδων: διὸ καὶ ὁ περὶ ταύτας μῦθος, ὅτι φεύγουσι μετὰ τῆς μητρὸς τῆς Πληιόνης τὸν Ὠρίωνα, ὀρείας δὲ λέγει τὰς Πλειάδας ἐν ἴσῳ τῷ οὐρείας κατὰ παράλειψιν τοῦ υ, ἐπειδὴ κεῖνται ”
ἐστὶ δ᾽ ἐοικὸς
ὀρειᾶν γε Πελειάδων
μὴ τηλόθεν Ὀαρίωνα νεῖσθαι.