Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπὶ τὸ πολὺ βοείων: παρὰ
δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτ᾽ ἐν γάμοις οὔτ᾽ ἐν
[p. 38] ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους: καὶ οὐ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν
Ὅμηρος, ἀλλ᾽ ἀφ᾽ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. Αἴαντα οὖν μετὰ τὴν μονομαχίαν νώτοισι βοῶν γέραιρεν ὁ Ἀγαμέμνων: καὶ Νέστορι δ᾽ ἤδη ὄντι γηραιῷ καὶ Φοίνικι δὲ κρέας
ὀπτὸν δίδωσι ἀφιστῶν ἡμᾶς τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Ἀλκίνους δὲ ὁ τὸν τρυφερὸν ᾑρημένος βίον τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν
Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ Μενέλαος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.