Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ ὑμέναιος: ἐν δὲ πένθεσιν ἰάλεμος. λίνος δὲ καὶ
[p. 336] αἴλινος οὐ μόνον ἐν πένθεσιν, ἀλλὰ καὶ ' ἐπ᾽ εὐτυχεῖ μολπᾷ κατὰ τὸν Εὐριπίδην.’ 11. Κλέαρχος δ᾽ ἐν πρώτῳ Ἐρωτικῶν νόμιον καλεῖσθαὶ τινά φησιν ᾠδὴν ἀπ᾽ Ἠριφανίδος, γράφων οὕτως : ‘Ἠριφανὶς ἡ μελοποιὸς Μενάλκου κυνηγετοῦντος ἐρασθεῖσα ἐθήρευεν μεταθέουσα ταῖς ἐπιθυμίαις. φοιτῶσα γὰρ καὶ πλανωμένη πάντας τοὺς ὀρείους ἐπεξῄει δρυμούς, ὡς μῦθον εἶναι τοὺς λεγομένους Ἰοῦς δρόμους: ὥστε μὴ μόνον τῶν ἀνθρώπων τοὺς ἀστοργίᾳ διαφέροντας,
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.