12. πρὸς δὲ τοὺς περιέργως ὀψωνοῦντας τάδε φησὶν Ἄλεξις ἐν Ἐπικλήρῳ:
ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται
τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην
τὴν τῶν ἀλιέων; ἥδε γὰρ δαμάζεται
ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη,
ἄγουσ᾽ ὑπ᾽ αὐτὰ σώματ᾽ ἀρίστου πύλας,
ἀσύμβολον κλίνειν τ᾽ ἀναγκάζει φύσιν.
ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ