Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φύλαρχος δ᾽ ἐν τῇ σ᾽ τῶν ἱστοριῶν τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν. ‘τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν,’ φησίν, ‘ εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ
[p. 352]
τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.’ 22.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.