Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καίτοι γε ἐχρῆν οὐχὶ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι: εἰ δὲ μηδὲ τὸν
ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, ἢ περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν ἢ εἰ μηδὲ ταῦτ᾽ ἦν παρ᾽ αὐτοῖς, περὶ τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες ἂν διετέλουν.’ 26. τοσαῦτα καὶ τοῦ Ποντιανοῦ εἰπόντος—ἐφιλοτιμήσαντο γὰρ οἱ πολλοὶ τὰς τοῦ Οὐλπιανοῦ ἀπολύσασθαι προτάσεις: ὧν τὰς ὑπολειπομένας διελόμενοι ὁ μὲν Πλούταρχος ἔφη:
“τὸ δὲ τοῦ παρασίτου ὄνομα πάλαι μὲν ἦν σεμνὸν καὶ
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.