‘45.
ὀνηλάτ᾽, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ
ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ
σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.’
Γναθαίνιον δ᾽ εἶπ᾽ “ὦ τάλαν, μὴ δῆτ᾽, ἄνερ:
οὐδέποτε γὰρ τοῦτ᾽ ἐστί σοι πεπραγμένον.”
”
ἑξῆς δὲ καὶ ταῦτ᾽ ἀναγράφει:
Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ
Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ
πινακίδα καὶ γραφεῖον ἐξηρτημένον
ἔχοντ᾽: ‘ ἀπόκριναι, φησίν, ὦ ποιητά μοι, ’