χρυσόφρυς καὶ γλαύκους καὶ φάγρους. εἰσὶ δὲ δυσκατέργαστοι: κατεργασθέντες δὲ πολλαπλασίαν τροφὴν παρέχουσι. τὸ δὲ τῶν ἀλεπιδώτων γένος, οἷον θύννων, σκόμβρων, θυννίδων, γόγγρων καὶ τῶν τοιούτων, συμβαίνει τούτοις καὶ ἀγελαίοις εἶναι. τὰ μὲν οὖν μήτε καθ᾽ αὑτὰ φαινόμενα μήτ᾽ ἐν ταῖς ἀγέλαις ἐκφερόμενα μᾶλλόν ἐστιν εὔπεπτα, οἷον γόγγροι καὶ καρχαρίαι καὶ τὰ τοιαῦτα, τὰ δὲ ἀγελαῖα γένη τῶν ἰχθύων τούτων τὴν μὲν ἐδωδὴν ἡδεῖαν ἔχει πίονα γάρ ἐστι, βαρεῖαν δὲ καὶ δυσκατέργαστον. διὸ καὶ ταριχεύεσθαι δύναται μάλιστα καὶ ἐστι τῶν ταριχηρῶν βέλτιστα γένη
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.