Νίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν φησιν
χείματος ἠδ᾽ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται, [p. 182]
αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,
καὶ ῥάφυν ἐμπέδιον καὶ καυκαλίδ᾽ ἀγροιῶτιν.
μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας
ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι
πετραίου, ὁ σὺν δ᾽ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος,
σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε:
σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα
ἠδ᾽ ὅπερ ὄρνιθος κλέεται γάλα.