Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ υἱόν. καὶ οὗτος οὖν ἔνδον μένων καὶ τρυφῶν ὑπ᾽ οὐδενὸς ἑωρᾶτο εἰ μὴ ὑπὸ τῶν εὐνούχων καὶ τῶν ἰδίων γυναικῶν, τοιοῦτος δ᾽ ἦν καὶ Σαρδανάπαλλος,2 ὃν οἳ μὲν Ἀνακυνδαράξεω λέγουσιν υἱόν, οἱ δὲ Ἀναβαραξάρου. ὅτε δὴ οὖν Ἀρβάκης,3 εἷς τῶν ὑπ᾽ αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.