Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κατὰ τὸ πλεῖστον ἁπαλὸς ἄρτος γίνεται, τὸν δὲ τοιοῦτον ἄρτον οἱ Σύροι λαχμὰν προσαγορεύουσι, καί ἐστιν οὗτος ἐν Συρίᾳ χρηστότατος γινόμενος διὰ τὸ θερμότατος τρώγεσθαι καί ἐστιν ... ἄνθει παραπλήσιος.
ὁ δὲ βωλήτινος καλούμενος ἄρτος πλάττεται μὲν ὡς βωλήτης, καὶ ἀλείφεται ἡ μάκτρα ὑποπασσομένης μήκωνος, ἐφ᾽ ᾗ ἐπιτίθεται ἡ ματερία, καὶ ἐν τῷ ζυμοῦσθαι οὐ κολλᾶται τῇ καρδόπῳ. ἐπειδὰν δ᾽ ἐμβληθῇ εἰς τὸν φοῦρνον, ὑποπάσσεται τῷ κεράμῳ χόνδρος τις καὶ τότ᾽ ἐπιτίθεται ὁ ἄρτος καὶ ἕλκει χρῶμα κάλλιστον, ὅμοιον τῷ φουμώσῳ τυρῷ.
[p. 32]
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.