Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλῶν οὖν καὶ ἄλλων τοιούτων λεχθέντων ὑπὸ τοῦ οἰκότριβος, συλλαλήσαντες αὑτοῖς οἱ ὄχλοι καὶ συνδραμόντες εἰς τὸ θέατρον εἵλοντο τὸν Ἀθηνίωνα στρατηγὸν ἐπὶ τῶν ὅπλων, καὶ παρελθὼν ὁ περιπατητικὸς εἰς τὴν ὀρχήστραν ' ἴσα βαίνων Πυθοκλεῖ ' εὐχαρίστησέ τε τοῖς Ἀθηναίοις καὶ ἔφη διότι ' νῦν ὑμεῖς ἑαυτῶν στρατηγεῖτε, προέστηκα δ᾽ ἐγώ. καὶ ἂν συνεπισχύσητε,3 τοσοῦτον δυνήσομαι ὅσον κοινῇ πάντες ὑμεῖς.' ταῦτ᾽ εἰπὼν συγκατέστησεν ἑαυτῷ τοὺς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.