Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κατεστρέφοντο τοὺς ἄλλους, λαμβάνοντες ἅμα τοῖς δοριαλώτοις καὶ εἴ τι χρήσιμον καὶ καλὸν ὑπῆρχε παρ᾽ ἐκείνοις εἰς μίμησιν: ὅπερ ἐν τοῖς πάλαι χρόνοις ἐποίουν οἱ Ῥωμαῖοι. διαφυλάττοντες γὰρ ἅμα καὶ τὰ πάτρια μετῆγον παρὰ τῶν χειρωθέντων εἲ τι λείψανον καλῆς ἀσκήσεως εὕρισκον, τὰ ἀχρηστα ἐκείνοις ἐῶντες, ὅπως μηδ᾽ εἰς ἀνάκτησιν ὧν ἀπέβαλον ἐλθεῖν ποτε δυνηθῶσι. παρὰ γοῦν τῶν Ἑλλήνων μηχανὰς καὶ ὄργανα πολιορκητικὰ μαθόντες τούτοις αὐτῶν περιεγένοντο, Φοινίκων τε τὰ ναυτικὰ εὑρόντων τούτοις
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.