Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Συβαριτῶν δέ τις εἰς Κρότωνά ποτε διαπλεῦσαι βουληθεὶς ἐκ τῆς Συβάρεως ἰδιόστολον ἐναυλώσατο πλοῖον, ἐφ᾽ ᾧ οὔτε ῥαντισθήσεται οὔτ᾽ ἐμβήσεται ἕτερος καὶ ἐφ᾽ ᾧ τὸν ἵππον ἀναλήψεται. τοῦ δ᾽ οὕτως συμφωνήσαντος ἐνεβίβασέν τε τὸν ἵππον καὶ ὑποστορέσαι τῷ ζῴῳ ἐκέλευσεν. ἔπειτα τινὸς τῶν προπεμπόντων ἐδεῖτο συμπλεῦσαι αὐτῷ, λέγων ὅτι προδιεστειλάμην τῷ πορθμεῖ ἵνα παρὰ τὴν γῆν πλέῃ, ὁ δὲ ἀπεκρίνατο ὅτι μόλις ἄν σου ὑπήκουσα εἰ παρὰ τὴν θάλασσαν ἔμελλες πεζεύειν καὶ μὴ παρὰ τὴν γῆν πλεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.