Click on a word to bring up parses, dictionary entries, and frequency statistics
““‘ καὶ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσι κατὰ τὸν αὐτὸν τρόπον, ἐστὶ μὲν γὰρ τῷ βασιλεῖ χίλια ἱερεῖα τῆς ἡμέρας κατακοπτόμενα: τούτων δ᾽ εἰσὶ καὶ ἵπποι καὶ κάμηλοι καὶ βόες καὶ ὄνοι καὶ ἔλαφοι καὶ τὰ πλεῖστα πρόβατα: πολλοὶ δὲ καὶ ὄρνιθες ἀναλίσκονται, οἱ τε στρουθοὶ οἱ Ἀράβιοι—ἐστὶν δὲ τὸ ζῷον μέγα—καὶ χῆνες καὶ ἀλεκτρυόνες. καὶ μέτρια μὲν αὐτῶν παρατίθεται ἑκάστῳ τῶν συνδείπνων τοῦ βασιλέως, καὶ ἀποφέρεται ἕκαστος αὐτῶν ὅ τι ἂν καταλίπηται ἐπὶ τῷ ἀρίστῳ. τὰ δὲ πλεῖστα τούτων τῶν ἱερείων
’””
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.