Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θελχθέντας ὑπὸ τῆς ἐμμελείας. καὶ ὁ Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν μουσικὸν Ἀλκείδην ‘ ἀκούεις, ἔφη, μουσικώτατε ἀνδρῶν, τῆς καλῆς ταύτης συμφωνίας,1 ἥτις ἡμᾶς ἐπέστρεψεν πάντας κατακηληθέντας ὑπὸ τῆς μουσικῆς; καὶ οὐχ ὡς ὁ παρ᾽ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι πολὺς ὁ μόναυλος ἀλγηδόνα μᾶλλον τοῖς ἀκούουσι παρέχων ἤ τινα τέρψιν μουσικήν.’ καὶ ὁ Ἀλκείδης ἔφη:
“ἀλλὰ μὴν καὶ τὸ ὄργανον τοῦτο ἡ ὕδραυλις, εἴτε τῶν ἐντατῶν αὐτὸ θέλεις εἴτε τῶν ἐμπνευστῶν, Ἀλεξανδρέως ἐστὶν ἡμεδαποῦ εὕρημα, κουρέως τὴν τέχνην Κτησίβιος δ᾽ αὐτῷ τοὔνομα. ἱστορεῖ δὲ τοῦτο
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.