Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις.
ἐκ πάντων οὖν τούτων ἄξιον θαυμάζειν τὸν τύραννον ὅτι οὐδαμόθεν ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος, καίτοι περὶ τὰς τῶν ἀρρένων ὁμιλίας ἐπτοημένος, ὡς καὶ ἀντερᾶν Ἀνακρέοντι τῷ ποιητῇ ὅτε καὶ δι᾽ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον. πρῶτος δ᾽ ὁ Πολυκράτης καὶ ναῦς τινας πήξας ἀπὸ τῆς πατρίδος Σαμαίνας ἐκάλεσεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.