ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται. ἶρις δ᾽ ἐν ῥίζῃσιν ἀγαλλίας ἥ θ᾽ ὑακίνθῳ αἰαστῇ προσέοικε, χελιδονίοισι δὲ τέλλει ἄνθεσιν, ἰσοδρομεῦσα χελιδόσιν, αἵ τ᾽ ἀνὰ κόλπῳ φυλλάδα νηλείην ἐκχεύετον,9 ἀρτίγονοι δὲ εἴδοντ᾽ ἠμύουσαι ἀεὶ κάλυκες στομίοισιν. σὺν καὶ ἅπερ τ᾽ ὀξεῖα χροιῇ λυχνὶς οὐδὲ θρυαλλίς, οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή, οὐδὲ βοάνθεμα κεῖνα τὰ τ᾽ αἰπύτατον κάρη ὑψοῖ,14 φλόξ τε θεοῦ αὐγῇσιν ἀνερχομένῃς γανάουσα. [p. 162]
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.