Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἐκ τῶν ἐναντίων εὐστόμαχα καθέστηκεν ἐν οἷς ἐστι καὶ τὸ σίσαρον καλούμενον (οὗ μνημονεύει Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ, ἐν Γῇ καὶ Θαλάσσῃ, καὶ Διοκλῆς ἐν α Ὑγιεινῶν), ἀσπάραγος, τεῦτλον τὸ λευκὸν ῾τὸ γὰρ μέλαν καθεκτικόν ἐστιν ἐκκρίσεων᾽, κόγχαι, σωλῆνες, μύες θαλάττιοι, χῆμαι, κτένες, τάριχος τέλειος καὶ μὴ βρομώδης καὶ ἰχθύων εὐχύλων γένη. προπαρατίθεσθαι δ᾽ ἐστὶν ὠφέλιμον τὴν λεγομένην φυλλίδα καὶ τευτλίον, ἔτι δὲ τάριχος, εἰς τὰς ὁρμὰς εἰς ταῦτα ... μὴ ὁμοίως τῶν πολυτρόφων ἀπολαύειν. τὰς δὲ ἁθρόους ἐν ἀρχῇ πόσεις ἐκκλιτέον δύσκλητοι γὰρ εἰς τὴν πλείονα τῶν ὑγρῶν προσφοράν.' Μακεδόνες δ᾽, ὥς φησιν Ἔφιππος ὁ Ὀλύνθιος
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.