Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μαχούμενος. καὶ ὁπόταν μὲν ἄρρην ᾖ ὁ θηρεύων, τοῦτο ποιεῖ:
' ὅταν δὲ θήλεια ᾖ ἡ θηρεύουσα, ᾁδει ἕως ἂν ἀπαντήσῃ ὁ ἡγεμὼν αὐτῇ, καὶ οἱ ἄλλοι ἀθροισθέντες ἀποδιώκουσιν ἀπὸ τῆς θηλείας, ὅτι ἐκείνῃ, ἀλλ᾽ οὐχ ἑαυτοῖς προσέχει. ὅθεν πολλάκις διὰ ταῦτα σιγῇ προσέρχεται, ὅπως μὴ ἄλλος ἀκούσας τῆς φωνῆς ἔλθῃ μαχούμενος αὐτῷ. ἐνίοτε δὲ ἡ θήλεια τὸν ἄρρενα προσιόντα κατασιγάζει. πολλάκις τε ἐπῳάζουσα ἐξίσταται, ὅταν προσερχόμενον ἐπαισθάνηται τὸν ἄρρενα τῇ θηρευούσῃ, ὑπομένει τε ὀχευθῆναι, ἵνα αὐτὸν ἀποσπάσῃ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.