100. πουλύπους. πουλύποδος. οὕτως φασὶν οἱ Ἀττικοί ὡς καὶ Ὅμηρος:
τὸν δ᾽ ὄνον Ἀνθηδών, ὁ τὸν καλλαρίαν καλέουσιν,
ἐκτρέφει εὐμεγέθη, σομφὴν δ᾽ ἄρ᾽ ἔχει τινὰ σάρκα
κἄλλως οὐχ ἡδεῖαν ἔμοιγ᾽, ἄλλοι δὲ λίην νιν
αἰνοῦσιν: χαίρει γὰρ ὁ μὲν τούτοις, ὁ δ᾽ ἐκείνοις.
ἀνάλογον παρὰ τὸ ποὺς γάρ γέγονεν. τὴν δὲ αἰτιατικὴν πουλύπουν φασίν, ὡς Ἀλκίνουν καὶ Οἰδίπουν. καὶ τρίπουν δὲ λέβητα Αἰσχύλον εἰρηκέναι
ὡς δ᾽ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο