Φιλιππίδης δ᾽ ἐν Ἀνανεώσει:
ψωμοκόλαξ τ᾽ ἔσθ᾽ οὗτος. [p. 178]
κυρίως δὲ ὁ κόλαξ ἐπὶ τούτου κεῖται: κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν δεχομένη, ψωμοκόλαφον δ᾽ εἴρηκε Δίφιλος ἐν Θησεῖ οὕτως:
ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί.
81.
σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.