Εὔπολις:
ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ᾽ ἄλλοις οὐ λαχάνοισιν.
ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων
ῥαφανίδες ἄπλυτοι, σηπίαι.
ἰδίως δ᾽ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες ἃς
νήττας, σχαδόνας, κάρυ᾽ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας,
ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.