” ὑπολαβὼν δὲ Μυρτίλος: “
κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
ἔφη, κατὰ τὸν Θεοπόμπου Ἡδυχάρην,
καὶ στῆτ᾽ ἐφεξῆς,
οὐ πρότερον γάρ τινος μεταλήψεσθε, ἕως ἂν ἢ ὑμεῖς ἢ ὁ συμμαθητὴς ὑμῶν Οὐλπιανὸς εἴπητε διὰ τί νῆστις μόνος τῶν ἰχθύων ὁ κεστρεὺς [p. 384] καλεῖται.” καὶ ὁ Οὐλπιανὸς ἔφη: “ ὅτι οὐδὲν δέλεαρ ἐσθίει ἔμψυχον, καὶ ἀνελκυσθεὶς δ᾽ οὐ δελεάζεται οὔτε σαρκὶ οὔτε ἄλλῳ τινὶ ἐμψύχῳ, ”
κεστρέων νῆστις χορός,
λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.