Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ‘ὃς οὐδὲ καλούμενος ἔρχῃ;’ Νικὼ δὲ ἡ Αἲξ ἐπικαλουμένη, φησὶν ὁ Λυγκεύς, παρασίτου τινὸς ἀπαντήσαντος λεπτοῦ ἐξ ἀρρωστίας, ‘ὡς ἰσχνός’ ἔφη. ‘τί γὰρ οἴει με ἐν τρισὶν ἡμέραις καταβεβρωκέναι;’ ‘ ἤτοι τὴν λήκυθον, ἔφη, ἢ τὰ ὑποδήματα.’ 48.
Μετάνειρα δὲ ἡ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι, ‘ καὶ γὰρ σύ, φησί, σαυτὸν ἔδωκας οὗ ψῆφοι εἰσίν.’ διαπηδῶντος δ᾽ αὐτοῦ ἐπὶ τὴν πλησίον κλίνην ‘ πρόσεχε, φησί, μὴ ἀνατραπῇς.’ ”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.