“ οὔ με τᾷ δ᾽ ἐγὼ κακότατι δίδωμι.”πρὸς ὃν ἀντιλέγων ἄλλος ἔφη: ‘ ἀλλ᾽ ὅ γε Σελινούντιος Τελέστης τῷ Μελανιππίδῃ ἀντικορυσσόμενος ἐν Ἀργοῖ ἔφη—ὁ δὲ λόγος ἐστὶ περὶ τῆς Ἀθηνᾶς:
’”
ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόῳ δρυμοῖς ὀρείοις ὄργανον
δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν
αὖθις ἐκ χερῶν βαλεῖν
νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος.