43. ὁ δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους ποιήσας Πτωχοὺς Γνησίππου τινὸς μνημονεύει παιγνιαγράφου τῆς ἱλαρᾶς μούσης, λέγων οὕτως:
ὁ μὲν γάρ εὐφυής τις εἶναι φαίνεται:
ὡς δ᾽ εὐρύθμως λαβὼν τὸ μελετητήριον
εἶτ᾽ ἐσχεδίασε δριμέως εν ... ... παπαῖ,
μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι
κωδωνίσας πέμψαι σ᾽ ἀγωνιούμενον,
ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε. [p. 446]
’
ταῦτ᾽ οὐ μὰ Δία Γνήσιππος οὐδὲ Κλεομένης