Θεόπομπος Στρατιώτισιν
πιεῖν πιεῖν τις ἐγχείτω λαβὼν
πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον
κώθωνα, παῖδα φάρυγος.
Ἄλεξις Ἐρίθοις:
ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος
πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη;
ἀπὸ δὲ τοῦ ποτηρίου τούτου καὶ ἀκρατοκώθωνας καλοῦσι τοὺς πλέονα ἄκρατον σπῶντας, ὡς Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους. Καλλίξεινος
εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,
παλαιὸν οἴκων κτῆμα.