Click on a word to bring up parses, dictionary entries, and frequency statistics
' Ἀσίας καὶ τοὺς ἑταίρους φησὶ τοὺς Ἀλεξάνδρου ὑπερβαλλούσῃ τρυφῇ χρήσασθαι. ὧν εἷς ὢν καὶ Ἄγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσι ἐφόρει. Κλεῖτος δ᾽ ὁ Λευκὸς καλούμενος ὅτε χρηματίζειν μέλλοι, ἐπὶ πορφυρῶν ἱματίων διαπεριπατῶν τοῖς ἐντυγχάνουσιν διελέγετο. Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τοῖς μεγέθεσιν, ὑφ᾽ αἷς περιλαμβάνοντες τόπον ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο: ἠκολούθει δὲ αὐτοῖς καὶ ὑποζύγια πολλὰ τὰ τὴν κόνιν κομίζοντα πρὸς τὴν ἐν τῇ παλαίστρᾳ χρείαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.