καὶ ποτάμιος, οὗτος δέ, φησί, καλεῖται καὶ ὀξύρυγχος , κορακῖνος δ᾽ ὁ ἐκ τοῦ Νείλου: ἥττων δ᾽ ὁ μέλας τοῦ λευκοῦ καὶ ὁ ἑφθὸς τοῦ ὀπτοῦ: οὗτος γὰρ καὶ εὐστόμαχος καὶ εὐκοίλιος. σάλπη σκληρά, ἄστομος: κρείσσων δ᾽ ἡ ἐν Ἀλεξανδρείᾳ καὶ ἡ τῷ φθινοπώρῳ γινομένη ι ὑγρόν τι γὰρ καὶ λευκόν, ἔτι δὲ καὶ ἄβρωμον ἀνίησιν. ὁ γρύλλος ὅμοιος μὲν ἐστιν ἐγχέλει, ἄστομος δέ. ὁ δ᾽ ἱέραξ σκληροσαρκότερος μὲν κόκκυγος, τοῖς δ᾽ ἄλλοις ὅμοιος: καὶ ὁ κόραξ ἱέρακος σκληρότερος, οὐρανοσκόπος δὲ καὶ ὁ ἁγνὸς καλούμενος ἢ καὶ καλλιώνυμος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.