Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς ἰδέας αὐτῶν λέγων γράφει: ‘εἴ τις ἐθέλοι καταβαλεῖν εἰς πόλιν τοὺς ὄρνιθας, οἰχήσονται ἀναπτόμενοι, ἐὰν δὲ τῶν πτερύγων ἀποτέμῃ, τὸ κάλλος ἀφαιρήσεται: τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλ᾽ οὐ τὸ σῶμα.’ ὅτι δὲ καὶ περισπούδαστος ἦν αὐτῶν ἡ θέα ἐν τῷ αὐτῷ λόγῳ πάλιν φησίν ‘ ἀλλὰ τὰς μὲν νουμηνίας ὁ βουλόμενος εἰσῄει, τὰς δ᾽ ἄλλας ἡμέρας εἴ τις ἔλθοι βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε, καὶ ταῦτα οὐκ ἐχθὲς οὐδὲ πρῴην, ἀλλ᾽ ἔτη πλέον ἢ τριάκοντά
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.