ὄντως γὰρ κατὰ τὸν Εὐριπίδην ἀποβλέψαντα ἔστιν εἰς τὰ παρακείμενα εἰπεῖν
δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον,
καίπερ πεδ᾽ ἄφθονον βοράν.
48. ὅτι γὰρ ἦσαν καὶ παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι πολυτελῶς μεμεριμνημέναι, παρίστησιν Πίνδαρος ἐν Ὀλυμπιονίκαις περὶ τῆς Πέλοπος κρεουργίας διηγούμενος:
ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος.
τραπέζαισι δ᾽ ἀμφὶ δεύτερα, ὁ κρεῶν
σέθεν διεδάσαντο καὶ φάγον.