Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Ἡσίοδος δ᾽ ἐν τρίτῳ Μελαμποδίας τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. εὐπρεπεῖς γὰρ αὐτόθι γίγνονται γυναῖκες, ὡς καὶ Θεόφραστος εἴρηκεν. καὶ Νυμφόδωρος δ᾽ ἐν τῷ τῆς Ἀσίας Περίπλῳ καλλίονάς φησι γίνεσθαι γυναῖκας τῶν πανταχοῦ γυναικῶν ἐν Τενέδῳ τῇ Τρωικῇ νήσῳ.
90. οἶδα δὲ καὶ περὶ κάλλους γυναικῶν ἀγῶνά ποτε διατεθέντα: περὶ οὗ ἱστορῶν Νικίας ἐν τοῖς Ἀρκαδικοῖς διαθεῖναί φησιν αὐτὸν Κύψελον, πόλιν κτίσαντα ἐν τῷ πεδίῳ περὶ τὸν Ἀλφειόν: εἰς ἣν
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.