Νίκανδρος δ᾽ ἐν τετάρτῳ Ἑτεροιουμένων φησίν
σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον,
πιότατον κεφαλῇ.
72. κάπρος καὶ κρέμυς. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησί ‘τὰ δὲ ἀνόδοντα καὶ λεῖα ὡς ῥαφίς. καὶ τὰ μὲν λιθοκέφαλα ὡς κρέμυς, τὰ δὲ σκληρότατα, τραχύδερμα ὡς κάπρος, καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πολύραβδα καὶ ἐρυθρόγραμμα ὡς σάλπη.’ τοῦ δὲ κάπρου μνημονεύει
ἢ σκάρον ἢ κίχλην πολυώνυμον.