[p. 374] προέπινον δ᾽ ἀλλήλοις οὐχ ὥσπερ ἡμεῖς τοῦτο γὰρ προεκπιεῖν ἐστιν, ἀλλὰ μεστὸν τὸν σκύφον
σὸν δὲ πλεῖον δέπας αἰεὶ
ἕστηχ᾽ ὥσπερ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
ὁσάκις δὲ καὶ τροφὰς ἐλάμβανον, προειρήκαμεν ἤδη ὅτι δὴ τρεῖς ἦσαν διὰ τὸ τὸ αὐτό ποτε μὲν ἄριστον, ποτὲ δὲ δεῖπνον ὀνομάζεσθαι. γελοῖοι γάρ εἰσιν οἱ φάσκοντες ὅτι καὶ τέσσαρας ἐλάμβανον ἐπεὶ ὁ ποιητὴς ἔφη ‘σὺ δ᾽ ἔρχεο δειελιήσας,’ οὐ νοοῦντες ὅτι λέγει τὸν δειλινὸν διατρίψας ’
πλησάμενος δ᾽ οἴνοιο δέπας δείδεκτ᾽ Ἀχιλῆα.