Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ μηκέτι λέγωνται οἱ βασιλεῖς ἀφ᾽ Ἡρακλέους ἀλλ᾽ ἀπ᾽ Ἀλκιβιάδου. στρατηγῶν δὲ συμπεριήγετο αὑτῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν.
49. μετὰ δὲ τὴν φυγὴν κυρίους Ἀθηναίους ποιήσας τοῦ Ἑλλησπόντου καὶ πλείους τῶν πεντακισχιλίων Πελοποννησίους λαβὼν ἀνέπεμψεν εἰς τὰς Ἀθήνας, κατιών τε μετὰ ταῦτα εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς Ἀττικὰς τριήρεις θαλλῷ καὶ μίτραις καὶ ταινίαις, καὶ ἀναψάμενος τὰς αἰχμαλώτους ναῦς ἠκρωτηριασμένας
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.