Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Ἀριστόδημος δ᾽ ἱστορεῖ Βῖθυν τὸν Λυσιμάχου τοῦ βασιλέως παράσιτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορπίον,
[p. 110] ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένον ‘ κἀγὼ σέ,’ φησίν, ‘ ἐκφοβήσω, βασιλεῦ: δός μοι τάλαντον.’ ἦν δ᾽ ὁ Λυσίμαχος μικρολογώτατος. Ἀγαθαρχίδης δ᾽ ὁ Κνίδιος ἐν τῇ β᾽ καὶ εἰκοστῇ τῶν Εὐρωπιακῶν Ἀριστομάχου τοῦ τοῦ Ἀργείων τυράννου παράσιτον γενέσθαι φησὶν Ἀνθεμόκριτον τὸν παγκρατιαστήν.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.