Ἕρμιππος Μοίραις
τρίψει γέμοντα μαλθακῆς ὑπ᾽ ὠλένης.
Λυκοῦργος δ᾽ ὁ ῥήτωρ ἐν τῷ κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτο. τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέρᾳ Φιλιππικῶν, τῶν βοῶν τῶν παρ᾽ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα
: οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου,
ἐκ δὲ ταῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον.