Click on a word to bring up parses, dictionary entries, and frequency statistics
““ Παρασκευαστικῶν ‘ καὶ οἱ θεραπεύοντες, φησί, τοὺς Περσῶν βασιλεῖς δειπνοῦντας ἅπαντες
[p. 162] λελουμένοι διακονοῦσιν ἐσθῆτας λευκὰς ἔχοντες καὶ διατρίβουσι σχεδὸν τὸ ἥμισυ τῆς ἡμέρας περὶ τὸ δεῖπνον. τῶν δὲ τοῦ βασιλέως συνδείπνων οἱ μὲν ἔξω δειπνοῦσιν, οὓς καὶ ὁρᾶν ἔξεστι παντὶ τῷ βουλομένῳ, οἱ δὲ εἴσω μετὰ βασιλέως, καὶ οὗτοι δὲ οὐ συνδειπνοῦσιν αὐτῷ, ἀλλ᾽ ἔστιν οἰκήματα δύο καταντικρὺ ἀλλήλων, ἐν ᾧ θ᾽ ὁ βασιλεὺς τὸ ἄριστον ποιεῖται καὶ ἐν ᾧ οἱ σύνδειπνοι: καὶ ὁ βασιλεὺς ἐκείνους ὁρᾷ διὰ τοῦ παρακαλύμματος τοῦ ἐπὶ τῇ θύρᾳ, ἐκεῖνοι δ᾽
’””
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.