Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑποδοχὰς λαμπρὰς ἐπιτελεῖν. ἐν αἷς τὸ μὲν πρῶτον ἀναδόσεις ἐγίγνοντο ὁλομελῶν βρωμάτων, εἶτ᾽ ἤδη καὶ ζώντων χηνῶν καὶ λαγωῶν καὶ δορκάδων. ἀνεδίδοντο δέ, φησίν, καὶ χρυσοῖ στέφανοι; τοῖς δειπνοῦσιν καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων. ἔδει τε ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα. ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ περὶ τοῦ ὁμωνύμου αὐτοῦ Ἀντιόχου λέγων τοῦ ἐπ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.