Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ οἶδεν τὴν κατὰ τὴν λύγον ἱστορίαν καὶ ὅτι οὔτε τὰ Νικαινέτου οἶδεν οὔτε τὰ Ἀνακρέοντος ὁ συγγραφεύς: ἀπέδειξε δὲ καὶ διαφωνοῦντα αὐτὸν κατ᾽ ἔνια τῶν ἱστορηθέντων παρὰ τῷ Μηνοδότῳ. δύναται δέ τις λέγειν περὶ τῆς λύγου ἁπλούστερον, ὅτι ὁ Μεγίστης τῇ λύγῳ ἐστεφανοῦτο,3 ὡς παρακειμένης ἐκ τοῦ δαψιλοῦς ἐν ᾧ εὐωχεῖτο τόπῳ, συνδέσεως ἕνεκα τῶν κροτάφων. καὶ γὰρ καὶ Λακεδαιμόνιοι καλάμῳ στεφανοῦνται ἐν τῇ τῶν Προμαχείων ἑορτῇ, ὥς φησι Σωσίβιος ἐν τοῖς περὶ τῶν ἐν Λακεδαίμονι Θυσιῶν γράφων οὕτως :
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.